Thursday, August 30, 2012

Orationes contra Arianos

2011-11-13 20:35



ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ 
ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ, 


ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ. 
 
 Ἐγὼ  μὲν  ᾤμην  τοὺς  τῆς  Ἀρείου  μανίας  ὑπο  κριτὰς  ἐπὶ  τοῖς  προειρημένοις  πρὸ 
τούτου  κατ'  αὐ 26.148  τῶν  ἐλέγχοις,  καὶ  ταῖς  περὶ  τῆς  ἀληθείας  ἀποδείξεσιν 
ἀρκεῖσθαι,  καὶ  παυομένους  λοιπὸν,  μεταγινώσκειν  ἐφ'  οἷς  ἐφρόνησάν  τε  καὶ 
ἐλάλησαν  κακῶς  περὶ  τοῦ  Σωτῆρος·  αὐτοὶ  δὲ,  οὐκ  οἶδ'  ὅπως,  οὐδὲ  οὕτως  κατα 
δύονται· ἀλλ' ὡς χοῖροι καὶ κύνες περὶ τὰ ἴδια ἐξεράματα καὶ τὸν ἑαυτῶν βόρβορον 
κυλιόμενοι,  μᾶλλον  ἐφευρίσκουσιν  ἑαυτοῖς  ἐπινοίας  εἰς  ἀσέβειαν.  Μὴ  νοοῦντες 
  38

  
 
ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ. 
 
Οἱ Ἀρειομανῖται, ὡς  ἔοικε,  κρίναντες  ἅπαξ  ἀποστάται  γενέσθαι  καὶ  παραβάται  τῆς 
ἀληθείας, φιλονεικοῦσιν  εἰς  ἑαυτοὺς  ἑλκῦσαι  τὸ  γεγραμμένον· Ὅταν  ἔλθῃ  ἀσεβὴς 
εἰς  βάθος  κακῶν,  καταφρονεῖ·  οὔτε  γὰρ  ἐλεγχόμενοι  παύονται,  οὔτε  ἀποροῦντες 
ἐντρέπονται·  ἀλλ'  ὡς  πόρνης  ὄψις,  ἀπηναισχύν  θησαν  πρὸς  πάντας  ἐν  ταῖς 
ἀσεβείαις.  Καὶ  γὰρ  ὧν  προεφασίζοντο  ῥητῶν,  τοῦ,  Κύριος  ἔκτισέ  με,  καὶ  τοῦ, 
Κρείττων  γενόμενος  τῶν ἀγγέλων, καὶ  τοῦ, Πρωτότοκος, καὶ  τοῦ, Πιστὸν ὄντα  τῷ 
ποιή  σαντι  αὐτὸν,  ὀρθὴν  ἐχόντων  τὴν  διάνοιαν,  καὶ  δει  κνύντων  τὴν  εἰς Χριστὸν 
εὐσέβειαν, οὐκ  οἶδ'  ὅπως πάλιν αὐτοὶ ὡς περιχυθέντες  τὸν  τοῦ  ὄφεως  ἰὸν, καὶ μὴ 
βλέποντες  ἃ  δεῖ  βλέπειν,  μηδὲ  νοοῦντες  ἃ  ἀναγινώσκουσιν, ὥσπερ  ἐκ  βάθους  τῆς 
ἀσεβοῦς  αὐ  τῶν  καρδίας  ἐρευγόμενοι,  ἤρξαντο  λοιπὸν  καὶ  διασύρειν  τὸ  ὑπὸ  τοῦ 
Κυρίου λεγόμενον, Ἐγὼ  ἐν  τῷ Πατρὶ, καὶ ὁ Πατὴρ  ἐν  ἐμοί· λέγοντες· Πῶς δύναται 
οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ χωρεῖν; Ἢ πῶς ὅλως δύναται ὁ Πατὴρ, μείζων 
ὢν, ἐν τῷ Υἱῷ ἐλάτ τονι ὄντι χωρεῖν; Ἢ τί θαυμαστὸν, εἰ ὁ Υἱὸς ἐν 26.324 τῷ Πατρὶ, 
ὅπουγε καὶ περὶ ἡμῶν γέγραπται· Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καί ἐσμεν; Πά 
σχουσι δὲ τοῦτο ἀκολούθως τῇ κακονοίᾳ ἑαυτῶν, σῶμα νομίζοντες εἶναι τὸν Θεὸν, 
καὶ μὴ νοοῦντες μήτε τί ἐστιν ἀληθινὸς Πατὴρ, καὶ ἀληθινὸς Υἱὸς, μήτε τί ἐστι φῶς 
ἀόρατον, καὶ ἀΐδιον, καὶ ἀπαύγασμα αὐτοῦ ἀόρατον, μήτε τί ἐστιν ἀόρατος ὑπόστα 
σις,  καὶ  χαρακτὴρ  ἀσώματος,  καὶ  εἰκὼν  ἀσώματος.  Εἰ  γὰρ  ἐγίνωσκον,  οὐκ  ἂν  τὸν 
Κύριον  τῆς  δόξης  μετὰ  γέλωτος  ἐδυσφήμουν,  οὔτε  τὰ  ἀσώματα  σωματι  κῶς 
ἐκλαμβάνοντες,  τὰ  καλῶς  λεγόμενα  παρεξη  γοῦντο.  Ἤρκει  μὲν  οὖν  καὶ  μόνον 
ἀκούοντας ταῦτα, λέγοντος τοῦ Κυρίου, πιστεύειν· ἐπεὶ καὶ ἡ τῆς ἁπλότητος πίστις 
βελτίων ἐστὶ τῆς ἐκ περιεργίας πιθανολογίας· ἐπειδὴ δὲ καὶ τοῦτο βεβηλοῦν ἐπεχεί 
ρησαν πρὸς τὴν ἰδίαν αἵρεσιν, ἀναγκαῖον τὴν μὲν ἐκείνων κακόνοιαν διελέγξαι, τὴν 
δὲ  τῆς  ἀληθείας  διάνοιαν  δεῖξαι  ἕνεκά  γε  τῆς  τῶν  πιστῶν  ἀσφαλείας. Οὐ  γὰρ, ὡς 
ἐκεῖνοι νομίζουσιν, ἀντεμβιβαζόμενοι  εἰς ἀλλήλους  εἰσὶν,  ἐν  τῷ λέγεσθαι, Ἐγὼ  ἐν 
τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ὥσπερ ἐν ἀγγείοις κενοῖς ἐξ ἀλλήλων πληρούμενοι· 
ὥστε τὸν μὲν Υἱὸν πλη ροῦν τὸ κενὸν τοῦ Πατρὸς, τὸν δὲ Πατέρα πληροῦν τὸ κενὸν 
τοῦ Υἱοῦ, καὶ ἑκάτερον αὐτῶν μὴ εἶναι πλήρη καὶ τέλειον· σωμάτων μὲν ἴδιον τοῦτό 
γε· διὸ καὶ τὸ μόνον εἰπεῖν τοῦτο πλέον ἐστὶν ἀσεβείας· πλήρης γὰρ καὶ τέλειός ἐστιν 
ὁ Πατὴρ, καὶ πλήρωμα θεότητός  ἐστιν ὁ Υἱός. Οὐδ' αὖ πάλιν, ὥσπερ  ἐν  τοῖς ἁγίοις 
γινόμενος ὁ Θεὸς, ἐνδυναμοῖ αὐτοὺς, οὕ τως ἐστὶ καὶ ἐν τῷ Υἱῷ· αὐτὸς γάρ ἐστιν ἡ 
τοῦ  Πα  τρὸς  δύναμις  καὶ  σοφία·  καὶ  τὰ  μὲν  γενητὰ  μετοχῇ  τούτου  ἐν  Πνεύματι 

87


==================================


τὴν Χρι στιανῶν πίστιν δοκοῦσί τι λέγειν, ἀναγκαῖον καὶ αὐτὸ τὸ ῥητὸν, ὥσπερ τὸ, 
Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, οὕτω καὶ τὸ, ἔκτισε, καθ' ἑαυτὸ ἐξετά σαι·  ἵν', ὡς 
ἐν  πᾶσι,  καὶ  ἐν  τούτῳ  δειχθῶσι  μηδὲν  πλέον  ἔχοντες  ἢ φαντασίαν.  Καὶ  πρῶτά  γε 
ἴδωμεν ἅπερ ἐπιδεδώκασι κατὰ τὴν ἀρχὴν, ἡνίκα ἡ αἵρεσις ἐπλάττετο παρ' αὐ τῶν, 
τῷ μακαρίτῃ Ἀλεξάνδρῳ. Ἔγραψαν τοίνυν λέγοντες· Κτίσμα ἐστὶν, ἀλλ' οὐχ ὡς ἓν 
τῶν κτισμά των· ποίημά ἐστιν, ἀλλ' οὐχ ὡς ἓν τῶν ποιημάτων· γέννημά ἐστιν, ἀλλ' 
οὐχ ὡς  ἓν  τῶν  γεννημάτων.  Θεασάσθω  δὴ  ἕκαστος  τὸ  πανοῦργον  καὶ  δόλιον  τῆς 
αἱρέσεως  ταύτης·  εἰδυῖα  γὰρ  τὸ  πικρὸν  τῆς  ἰδίας  κακοφροσύνης,  καλλωπίζειν 
ἑαυτὴν  βιάζεται πιθανότητι  ῥημάτων· καὶ λέγει μὲν,  ὅπερ φρονεῖ,  ὅτι κτίσμα  ἐστὶ, 
νομίζει δὲ δύνασθαι κρύπτειν ἑαυτὴν ἐν τῷ λέ γειν· Ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων. 
Μᾶλλον  δὲ  οὕτω  γράψαντες,  διὰ  τούτων  πλέον  ἤλεγξαν  ἑαυτῶν  τὴν  ἀσέβειαν.  Εἰ 
γὰρ ὅλως καθ' ὑμᾶς κτίσμα ἐστὶ, πῶς ὑποκρίνεσθε λέγοντες, Ἀλλ' οὐχ ὡς ἓν τῶν κτι 
σμάτων; καὶ εἰ ὅλως ποίημά ἐστι, πῶς οὐχ ὡς 26.188 ἓν τῶν ποιημάτων; ἐν οἷς καὶ 
τὸν  ἰὸν  τῆς  αἱρέσεως  θεωρεῖν  ἔξεστι. Λέγοντες  γὰρ  γέννημα,  ἀλλ'  οὐχ ὡς  ἓν  τῶν 
γεννημάτων,  πολλοὺς  υἱοὺς  συντάττουσι,  καὶ  τού  των  ἕνα  εἶναι  τὸν  Κύριον 
δογματίζουσιν· ὡς  μηκέτι  κατ'  αὐτοὺς Μονογενῆ  εἶναι,  ἀλλ'  ἐκ  πολλῶν  ἀδελφῶν 
ἕνα καὶ αὐτὸν  γέννημα καὶ Υἱὸν χρηματίζειν. Τίς οὖν χρεία  τῆς ὑποκρίσεως, ὥστε 
λέγειν μὲν αὐτὸν κτίσμα, λέγειν δὲ αὐτὸν μὴ κτίσμα; Καὶ γὰρ καὶ ἐὰν λέγητε, οὐχ ὡς 
ἓν  τῶν κτισμάτων, ἀνόητον ὑμῶν  τὸ  τοιοῦτον σόφισμα δειχθήσεται·  ἓν γὰρ πάλιν 
τῶν  κτι  σμάτων  αὐτὸν  εἶναι  λέγετε·  καὶ  οἷα  ἄν  τις  εἴποι  καὶ  περὶ  τῶν  ἄλλων 
κτισμάτων, τοιαῦτα καὶ περὶ τοῦ Υἱοῦ φρονεῖτε, ὡς ἀληθῶς μωροὶ καὶ τυφλοί. Ποῖον 
γὰρ καὶ ἕτερον τῶν κτισμάτων τοιοῦτόν ἐστιν, οἷον γέγονε καὶ τὸ ἕτερον, ἵνα τοῦτο 
περὶ  Υἱοῦ  ὡς  ἐξαί  ρετόν  τι  λέγητε;  Καὶ  πᾶσα  ἡ  φαινομένη  κτίσις  ἐν  ἓξ  ἡμέραις 
γέγονε·  καὶ  τῇ  μὲν  πρώτῃ  τὸ  φῶς,  ὅπερ  ἐκάλεσεν  ἡμέραν·  τῇ  δὲ  δευτέρᾳ  τὸ 
στερέωμα·  καὶ  τῇ  τρίτῃ,  συναγαγὼν  τὰ  ὕδατα,  ἔδειξε  τὴν  ξηρὰν,  καὶ  τοὺς  ἐν αὐτῇ 
ποικίλους  προήγαγε  καρ  πούς·  καὶ  τῇ  μὲν  τετάρτῃ  πεποίηκε  τὸν  ἥλιον  καὶ  τὴν 
σελήνην, καὶ πάντα τὸν τῶν ἀστέρων χορόν· τῇ δὲ πέμπτῃ τῶν ἐν τῇ θαλάσσῃ ζώων, 
καὶ τῶν ἐν τῷ ἀέρι πετεινῶν τὴν γένεσιν ἔκτισε· τῇ δὲ ἕκτῃ τὰ τε τράποδα τὰ ἐπὶ τῆς 
γῆς πεποίηκε, καὶ λοιπὸν τὸν ἄνθρωπον· Τά τε ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κό σμου, 
τοῖς ποιήμασι νοούμενα, καθορᾶται· καὶ οὔτε  τὸ φῶς ὡς ἡ νὺξ, οὔτε ὁ ἥλιος ὡς ἡ 
σελήνη, οὔτε τὰ ἄλογα ὡς ὁ λογικὸς ἄνθρωπός ἐστιν· οὔτε οἱ ἄγγελοι ὡς οἱ θρόνοι, 
οὔτε οἱ θρόνοι ὡς αἱ ἐξουσίαι· ἀλλὰ κατὰ γένος τῇ ἰδίᾳ οὐσίᾳ, ὡς γέγονεν, ἐστί τε καὶ 
Ἢ τοίνυν ὁ Λόγος ἐξαιρείσθω τῶν ποιημάτων, καὶ ὡς κτίστης ἀποδιδόσθω τῷ Πατρὶ, 
καὶ ὁμο λογείσθω φύσει Υἱός· ἢ εἰ ὅλως κτίσμα ἐστὶ, τὴν αὐτὴν ὁμολογείσθω τάξιν 
ἔχειν,  οἵαν  ἔχει  καὶ  τὰ  ἕτερα 26.189  πρὸς  ἄλληλα·  λεγέσθω  δὲ  κἀκείνων  ἕκαστον 
κτίσμα,  ἀλλ'  οὐχ  ὡς  ἓν  τῶν  κτισμάτων,  γέννημα  ἢ  ποίη  μα,  οὐδ'  ὡς  ἒν  τῶν 
ποιημάτων  ἢ  γεννημάτων.  Ταὐτὸν  γὰρ  εἰρήκατε  τὸ  γέννημα  καὶ  τὸ  ποίημα, 
γράψαντες,  γεννηθέντα  ἢ  ποιηθέντα·  κἂν  γὰρ  ὑπερέχῃ  τῶν  ἄλλων  τῇ  συγκρίσει  ὁ 
Υἱὸς, ἀλλ' οὐδὲν ἧττόν ἐστι κτίσμα, ὥσπερ κἀκεῖνα· καὶ γὰρ καὶ ἐν αὐτοῖς τοῖς φύσει 
κτίσμασιν εὑρεῖν ἔστιν ἕτερα ἑτέρων ὑπερ έχοντα. Ἀστὴρ γοῦν ἀστέρος διαφέρει ἐν 
δόξῃ· τά τε ἄλλα ἕκαστα πρὸς ἄλληλα κατὰ σύγκρισιν ἔχει τὴν διαφοράν· καὶ οὐ διὰ 
τοῦτο τὰ μὲν κύρια, τὰ δὲ τοῖς βελτίοσι δουλεύει· οὐδὲ τὰ μὲν ποιητικὰ αἴτιά ἐστι, τὰ 
δὲ  παρ'  αὐτῶν  γίνεται·  ἀλλὰ  πάντα  τοῦ  γί  νεσθαι  καὶ  κτίζεσθαι  τὴν  φύσιν  ἔχει, 
ὁμολογοῦντα  δι'  ἑαυτῶν  τὸν  δημιουργὸν  ἑαυτῶν,  ὡς  ψάλλει  ∆αβίδ·  Οἱ  οὐρανοὶ 
διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χει ρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· καθάπερ 
καὶ Ζοροβάβελ ὁ σοφὸς λέγει· Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ· καὶ ὁ οὐρανὸς αὐτὴν 
εὐλογεῖ· καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει. Εἰ δὲ πᾶσα ἡ γῆ τὸν δημιουργὸν καὶ 
 
 
50


τὴν ἀλήθειαν ὑμνεῖ, καὶ εὐλογεῖ, καὶ τρέμει· δημιουργὸς δὲ ταύτης ὁ Λόγος ἐστὶ, καὶ 
αὐ τὸς λέγει· Ἐγώ εἰμι ἡ ἀλήθεια· οὐκ ἄρα κτίσμα ἐστὶν ὁ Λόγος, ἀλλὰ μόνος  ἴδιος 
τοῦ  Πατρὸς,  ἐν  ᾧ  τὰ  πάντα  ἥρμοσται,  καὶ  αὐτὸς  ὑμνεῖται  παρὰ  πάν  των,  ὡς 
δημιουργός· Ἤμην γὰρ, ὡς αὐτός φησι, παρ' αὐτῷ ἁρμόζουσα· καὶ, Ὁ Πατήρ μου ἕως 
ἄρτι  ἐργάζεται,  κἀγὼ  ἐργάζομαι.  Τὸ  δὲ,  ἕως  ἄρτι,  δείκνυσι  τὸ  ἀϊδίως,  ὡς  Λόγον, 
ὑπάρχειν αὐτὸν ἐν τῷ Πατρί· Λόγου γὰρ  ἴδιον ἐργάζεσθαι τὰ τοῦ Πα τρὸς ἔργα, καὶ 
μὴ εἶναι ἐκτὸς αὐτοῦ. Εἰ δὲ ἃ ὁ Πατὴρ ἐργάζεται, ταῦτα καὶ ὁ Υἱὸς ἐργάζεται· καὶ ἃ 
κτίζει ὁ Υἱὸς, ταῦτα τοῦ Πατρός ἐστι κτίσματα· ἔργον δὲ καὶ κτίσμα ἐστὶ τοῦ Πατρὸς ὁ 
Υἱός·  ἢ  καὶ  αὐτὸς  ἑαυτὸν  ἐργάσεται,  καὶ  αὐτὸς  ἑαυ  τὸν  ἔσται  κτίζων· (ἐπειδὴ  ἃ 
ἐργάζεται  ὁ  Πατὴρ,  ταῦτα  καὶ  τοῦ  Υἱοῦ  ἐστιν  ἔργα·)  ὅπερ  ἄτοπον  ἂν  εἴη  καὶ  ἀδύ 
νατον·  ἢ  τὰ  τοῦ  Πατρὸς  κτίζων  καὶ  ἐργαζόμενος,  αὐ  τὸς  οὐκ  ἂν  εἴη  ἔργον  οὐδὲ 
κτίσμα, ἵνα μὴ, ὁ αὐτὸς ποιητικὸν αἴτιον ὢν, ἐν τοῖς ποιουμένοις εὑρίσκηται ποιῶν, 
ὅπερ γέγονεν αὐτός· μᾶλλον δὲ μηδὲ ποιεῖν δυνάμενος. Πῶς γὰρ, εἰ καθ' ὑμᾶς ἐξ οὐκ 
ὄν  των  γέγονεν,  οἷός  τέ  ἐστι  τὰ  οὐκ  ὄντα  εἰς  τὸ  εἶναι  δη 26.192  μιουργεῖν;  Εἰ  δὲ 
κτίσμα ὢν  δημιουργεῖ  καὶ αὐτὸς  κτίσμα·  ἔσται  καὶ  ἐφ'  ἑκάστου  κτίσματος  τὸ αὐτὸ 
νοούμενον, ὥστε δύνασθαι καὶ αὐτὰ δημιουργεῖν. Καὶ εἰ τοῦτο οὕτω βούλεσθε, τίς ἡ 
χρεία τοῦ Λόγου, δυναμένων τῶν ὑποβεβηκότων παρὰ τῶν ὑπερεχόν των γίνεσθαι; 
ἢ ὅλως δυναμένου καὶ κατὰ τὴν ἀρχὴν ἑκάστου τῶν γενομένων ἀκοῦσαι παρὰ τοῦ 
Θεοῦ·  Γε  νοῦ,  καὶ,  Ποιήθητι·  καὶ  οὕτως  ἂν  ἕκαστον  ἐδημιουρ  γεῖτο.  Ἀλλ'  οὐδὲ 
γέγραπται τοῦτο, οὔτε δυνατὸν ἦν. Τῶν γὰρ γινομένων οὐδέν ἐστι ποιητικὸν αἴτιον· 
πάντα γὰρ διὰ τοῦ Λόγου γέγονεν· οὐκ ἂν ἐργασαμένου καὶ αὐτοῦ τὰ πάντα, εἰ καὶ 
αὐτὸς ὁ Λόγος τῶν κτισμάτων ἦν· οὐδὲ γὰρ οὐδὲ ἄγγελοι δημιουργεῖν δυνήσονται, 
κτίσματα  ὄντες καὶ αὐτοὶ, κἂν Οὐαλεν  τῖνος καὶ Μαρκίων καὶ Βασιλείδης  τοιαῦτα 
φρονῶσι. καὶ ὑμεῖς  ἐκείνων  ζηλωταὶ  τυγχάνητε·  οὐδὲ  ὁ ἥλιος, κτίσμα ὢν, ποιήσει 
ποτὲ  τὸ  μὴ  ὂν  εἰς  τὸ  εἶναι·  οὐδὲ  ἄνθρωπος  ἄνθρωπον  πλάσει,  οὐδὲ  λίθος  λί  θον 
ἐπινοήσει, οὐδὲ  ξύλον  ξύλον αὐξήσει· ἀλλ' ὁ Θεὸς μέν  ἐστιν ὁ πλάσσων  ἐν κοιλίᾳ 
ἄνθρωπον,  καὶ  ὄρη  τιθεὶς,  καὶ  ξύλον  μηκύνων·  ὁ  δὲ  ἄνθρωπος  ἐπιστή  μης  ὢν 
δεκτικὸς, ταύτην τὴν ὕλην συντίθησι καὶ μεταῤῥυθμίζει, καὶ τὰ ὄντα ἐργάζεται, ὡς 
ἔμαθε·  καὶ  ἀγαπᾷ,  ὅτι  μόνον  γέγονε·  τήν  τε  φύσιν  ἐπιγινώσκων  τὴν  ἑαυτοῦ,  ἐάν 
τινος  δέηται,  τὸν  Θεὸν  οἶδεν  αἰτεῖν.  Εἰ  μὲν  οὖν  καὶ  ὁ  Θεὸς  ἐξ  ὕλης  ἐστὶν  ἐργαζό 
μενος  καὶ  συντιθεὶς,  Ἑλληνικὸν  μὲν  τὸ  φρόνη  μα,  καὶ  τεχνίτης,  οὐ  ποιητὴς  ἂν 
κληθείη ὁ Θεός. Ἐρ γαζέσθω δὲ ὅμως οὕτω τὴν ὕλην ὁ Λόγος προσ ταττόμενος καὶ 
ὑπουργῶν τῷ Θεῷ. Εἰ δὲ τὰ οὐκ ὄντα καλεῖ διὰ τοῦ ἰδίου Λόγου εἰς τὸ εἶναι, οὐκ ἔστι 
τῶν μὴ ὄντων καὶ καλουμένων ὁ Λόγος,  ἵνα μὴ καὶ ἕτε ρον Λόγον ζητῶμεν, δι' οὗ 
καὶ οὗτος  ἐκλήθη· Λόγῳ γὰρ  τὰ οὐκ ὄντα γέγονε. Καὶ εἰ δι' αὐτοῦ κτίζει καὶ ποιεῖ, 
οὐκ ἔστι τῶν κτιζομένων καὶ ποιουμέ νων αὐτός· ἀλλὰ μᾶλλον τοῦ κτίζοντος Θεοῦ 
Λόγος  ἐστὶν,  ὅστις  καὶ  ἐκ  τῶν  ἔργων  τοῦ  Πατρὸς,  ὧν  αὐτὸς  ὁ  Λόγος  ἐργάζεται, 
γινώσκεται, ὅτι αὐτὸς ἐν τῷ Πατρί ἐστι, καὶ ὁ Πατὴρ ἐν αὐτῷ, καὶ ὁ ἑωρακὼς αὐτὸν 
ἑώρακε τὸν Πατέρα, διὰ τὸ ἴδιον τῆς οὐσίας καὶ τὴν κατὰ πάντα ὁμοιότητα τοῦ Υἱοῦ 
πρὸς τὸν Πατέρα. Πῶς οὖν δι' αὐτοῦ κτίζει, εἰ μὴ ὁ Λόγος ἐστὶν αὐτοῦ καὶ ἡ Σοφία; 
Πῶς δὲ Λόγος ἂν εἴη καὶ Σοφία, εἰ μὴ  ἴδιον γέννημα τῆς οὐσίας αὐτοῦ, ἀλλ' ἐξ οὐκ 
ὄντων  καὶ  αὐτὸς  ἐγένετο; 26.193  Πῶς  δὲ  πάντων  ἐξ  οὐκ  ὄντων  καὶ  κτισμάτων 
ὄντων, καὶ τοῦ Υἱοῦ κατ' ἐκείνους ἑνὸς ὄντος τῶν κτισμάτων, καὶ τῶν οὐκ ὄντων 
ποτὲ,  μόνος  οὗτος  ἀποκαλύπτει  τὸν  Πατέρα;  καὶ  οὐδεὶς  ἄλλος  εἰ  μὴ  μόνος  αὐτὸς 
γινώσκει τὸν Πατέρα; Εἰ γὰρ δυνατὸν ποίημα ὄντα τοῦτον γινώσκειν τὸν Πατέρα, γι 
νωσκέσθω  καὶ  παρὰ  πάντων  κατ'  ἀναλογίαν  τῶν  ἑκά  στου  μέτρων·  ποιήματα  γὰρ 
πάντα,  ὥσπερ  καὶ  αὐτός.  Εἰ  δὲ  οὐ  δυνατὸν  τοῖς  γενητοῖς  οὔτε  βλέπειν  οὔτε 

51




γινώσκειν, ἀλλ' ὑπερβαίνει πάντας ἥ τε ὄψις καὶ ἡ περὶ τούτου γνῶσις· καὶ γὰρ καὶ 
αὐτὸς  μὲν  ὁ  Θεὸς  εἶπεν·  Οὐδεὶς  ὄψεται  τὸ  πρόσωπόν  μου,  καὶ  ζήσεται·  ὁ  δὲ  Υἱὸς 
εἴρηκεν· Οὐδεὶς  γινώσκει  τὸν Πατέρα  εἰ μὴ ὁ Υἱός· ἄλλος ἂν  εἴη  τῶν  γεννη  τῶν ὁ 
Λόγος,  μόνος  γινώσκων  καὶ  μόνος  βλέπων  τὸν  Πατέρα,  ὡς  εἶπεν,  Οὐχ  ὅτι  τὸν 
Πατέρα τις ἑώρακεν εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός· καὶ, Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ 
μὴ ὁ Υἱός· κἂν Ἀρείῳ μὴ δοκῇ. Πῶς οὖν ἔγνω μόνος, εἰ μὴ μόνος ἦν ἴδιος αὐτοῦ; Πῶς 
δ' ἂν ἦν  ἴδιος, εἰ κτίσμα ἦν, καὶ μὴ Υἱὸς ἦν ἀληθινὸς ἐξ αὐτοῦ; Τὰ αὐτὰ γὰρ λέγειν 
καὶ πολλάκις περὶ εὐσεβείας οὐκ ὀκνητέον. Ἀσεβὲς ἄρα τὸ φρονεῖν ἕνα τῶν πάντων 
εἶναι  τὸν Υἱόν· βλάσφημον δὲ καὶ ἀνόητον  τὸ λέγειν κτί σμα, ἀλλ' οὐχ ὡς  ἓν  τῶν 
κτισμάτων·  καὶ  ποίημα,  ἀλλ'  οὐχ ὡς  ἓν  τῶν  ποιημάτων·  γέννημα,  ἀλλ'  οὐχ ὡς  ἓν 
τῶν  γεννημάτων.  Πῶς  γὰρ  οὐχ  ὡς  ἓν  τού  των,  εἴ  γε  κατ'  αὐτοὺς  οὐκ  ἦν,  πρὶν 
γεννηθῇ; Ἴδιον γὰρ τῶν κτισμάτων καὶ ποιημάτων τὸ μὴ εἶναι πρὶν γενέσθαι, καὶ ἐξ 
οὐκ ὄντων ὑφίστασθαι, κἂν τῇ δόξῃ τῶν ἄλλων ὑπερέχῃ· τοῦτο γὰρ καὶ ἐν πᾶσι τοῖς 
ἄλλοις  κτίσμασι  πρὸς  ἑαυτὰ  διαφέροντα  εὑρεθή  σεται,  ὥσπερ  καὶ  βλεπόμενα 
δείκνυται. Ἀλλ'  εἴπερ κατὰ  τοὺς αἱρετικοὺς κτίσμα μὲν ἢ ποίημα ἦν, οὐχ ὡς  ἓν δὲ 
τῶν κτισμάτων,  διὰ  τὸ  ἐν  δόξῃ  διαφέρειν αὐτῶν,  ἔδει πρὸς  τὰ ἄλλα ποιή ματα  τῇ 
κατὰ  τὸ βέλτιον συγκρίσει σημαίνεσθαί  τε 26.196 παρὰ  τῆς Γραφῆς καὶ δείκνυσθαι 
αὐτὸν,  οἷον  ἔδει  λέ  γεσθαι  αὐτὸν  μείζονα  ἀρχαγγέλων·  ἔδει  ἐντιμό  τερον  τῶν 
θρόνων, καὶ λαμπρότερον μὲν ἡλίου καὶ σελήνης, μείζονα δὲ τῶν οὐρανῶν. Νῦν δὲ 
οὕτω μὲν αὐτὸς οὐ σημαίνεται· Υἱὸν δὲ αὐτὸν  ἴδιον καὶ μόνον δείκνυσιν ἑαυτοῦ ὁ 
Πατὴρ,  λέγων·  Υἱός  μου  εἶ  σύ·  καὶ,  Οὗτός  ἐστιν  ὁ  Υἱός  μου  ὁ  ἀγαπητὸς,  ἐν  ᾧ 
ηὐδόκησα·  διὸ  καὶ  διηκόνουν  αὐτῷ  οἱ  ἄγγελοι,  ὡς  ἄλλῳ  παρ'  αὐτοὺς  ὄντι·  καὶ 
προσκυνεῖται παρ' αὐ  τῶν,  οὐχ ὡς  τῇ  δόξῃ μείζων, ἀλλ' ὡς ἄλλος παρὰ πάντα  τὰ 
κτίσματα καὶ παρ' ἐκείνους ὢν, μόνος δὲ τοῦ Πατρὸς  ἴδιος ὢν κατ' οὐσίαν Υἱός. Εἰ 
γὰρ ὡς ὑπερέχων  τῇ  δόξῃ προσεκυνεῖτο,  ἔδει καὶ  ἕκαστον  τῶν ὑποβεβηκότων  τὸν 
ὑπερέχοντα  προσκυνεῖν. Ἀλλ'  οὐκ  ἔστιν  οὕτω·  κτίσμα  γὰρ  κτίσματι  οὐ  προσκυνεῖ, 
ἀλλὰ δοῦλος δεσπότην, καὶ κτίσμα Θεόν. Πέτρος μὲν οὖν ὁ ἀπόστολος προσκυνῆσαι 
θέλοντα  τὸν  Κορνήλιον  κωλύει,  λέγων,  ὅτι  Κἀγὼ  ἄνθρωπός  εἰμι·  ἄγ  γελος  δὲ 
θέλοντα  προσκυνῆσαι  τὸν  Ἰωάννην  ἐν  τῇ  Ἀποκαλύψει  κωλύει,  λέγων·  Ὅρα  μή. 
Σύνδουλός σου εἰμὶ, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν τηρούντων τοὺς 
λόγους  τοῦ  βιβλίου  τού  του.  Τῷ  Θεῷ  προσκύνησον.  Οὐκοῦν  Θεοῦ  ἐστι  μόνου  τὸ 
προσκυνεῖσθαι·  καὶ  τοῦτο  ἴσασι  καὶ  αὐτοὶ  οἱ  ἄγ  γελοι,  ὅτι  κἂν  ἄλλων  ταῖς  δόξαις 
ὑπερέχωσιν, ἀλλὰ κτίσματα πάντες  εἰσὶ, καὶ οὐκ  εἰσὶ  τῶν προσ κυνουμένων, ἀλλὰ 
τῶν  προσκυνούντων  τὸν  ∆εσπότην.  Τὸν  γοῦν  πατέρα  τοῦ  Σαμψὼν  τὸν  Μανωὲ, 
θέλοντα θυσίαν προσενεγκεῖν τῷ ἀγγέλῳ, ἐκώλυσεν ὁ ἄγγελος λέγων ὅτι, Μὴ ἐμοὶ, 
ἀλλὰ τῷ Θεῷ προσένεγκε. Ὁ δὲ Κύριος καὶ παρ' ἀγγέλων προσκυνεῖται· γέ γραπται 
γάρ· Καὶ προσκυνησάτωσαν αὐτῷ πάν  τες ἄγγελοι Θεοῦ· καὶ παρὰ πάντων  δὲ  τῶν 
ἐθνῶν,  ὡς  ὁ  Ἡσαΐας  φησίν·  Ἐκοπίασεν  Αἴγυπτος  καὶ  ἐμπορία  Αἰθιόπων,  καὶ  οἱ 
Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦ λοι· εἶτα ἑξῆς· Καὶ 
προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς 
πλὴν σοῦ. Τούς τε μαθητὰς προσ 26.197 κυνοῦντας δέχεται, καὶ πληροφορεῖ τούτους, 
ὅστις ἐστὶ λέγων· Οὐχ ὑμεῖς λέγετέ με, ὁ Κύριος καὶ ὁ διδάσκαλος; καὶ καλῶς λέγετε· 
εἰμὶ γάρ. Καὶ τὸν Θωμᾶν δὲ λέγοντα αὐτῷ, Ὁ Κύριός μου καὶ ὁ Θεός μου, συγχωρεῖ 
λέγειν, καὶ μᾶλλον ἀποδέχε ται, μὴ κωλύων αὐτόν. Ἔστι γὰρ αὐτὸς, ὡς οἵ τε ἄλλοι 
προφῆται  λέγουσι,  καὶ  ∆αβὶδ  ψάλλει,  Κύριος  τῶν  δυνάμεων,  Κύριος  Σαβαὼθ,  ὃ 
ἑρμηνεύε  ται,  Κύριος  τῶν  στρατιῶν,  καὶ  Θεὸς  ἀληθινὸς  καὶ  παντοκράτωρ,  κἂν  οἱ 
Ἀρειανοὶ  ἐν  τούτῳ  διαῤ  ῥηγνύωσιν  ἑαυτούς. Οὐκ  ἂν  δὲ  οὐδὲ  αὐτὸς  προσεκυνήθη, 

52


οὐδὲ ταῦτ' ἐλέγετο περὶ αὐτοῦ, εἰ ὅλως τῶν κτισμάτων ἦν. Νῦν δὲ ἐπειδὴ οὐκ ἔστι 
κτίσμα,  ἀλλ'  ἴδιον  τῆς  οὐσίας  τοῦ  προσκυνουμένου Θεοῦ  γέννημα,  καὶ φύσει Υἱός 
ἐστι·  διὰ  τοῦτο  προσκυνεῖται,  καὶ  Θεὸς  πιστεύεται,  καὶ  Κύριος  στρατιῶν  καὶ 
ἐξουσιαστὴς καὶ παντοκράτωρ ἐστὶν, ὡς ὁ Πατήρ· αὐτὸς γὰρ εἴρηκε· Πάντα, ὅσα ἔχει 
ὁ Πατὴρ, ἐμά ἐστιν· Υἱοῦ γὰρ ἴδιον τὰ τοῦ Πατρὸς ἔχειν, καὶ τοιοῦτον αὐτὸν εἶναι, ὡς 
ἐν αὐτῷ θεωρεῖσθαι τὸν Πατέρα· καὶ δι' αὐτοῦ τὰ πάντα πεποιῆσθαι, καὶ ἐν αὐτῷ τὴν 
σωτηρίαν τῶν πάντων γίνεσθαί τε καὶ συνίστασθαι· ἐπεὶ καλὸν αὐτοὺς ἔρεσθαι καὶ 
τοῦτο, ἵν' ἔτι μᾶλλον ὁ ἔλεγχος τῆς αἱρέ σεως αὐτῶν φαίνηται· ∆ιὰ τί πάντων ὄντων 
κτισμά  των, καὶ πάντων  ἐκ  τοῦ μὴ  ὄντος  ἐχόντων  τὴν  σύ  στασιν,  τοῦ  τε Υἱοῦ καὶ 
αὐτοῦ ὄντος καθ' ὑμᾶς κτίσματος καὶ ποιήματος, καὶ ἑνὸς τῶν οὐκ ὄντων ποτὲ, δι' 
αὐτοῦ μόνου τὰ πάντα πεποίηκε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; Ἢ διὰ τί, ὅταν 
μὲν  τὰ  πάντα  λέγηται,  οὐ  τὸν  Υἱόν  τις  ἐν  τοῖς  πᾶσι  σημαίνεσθαι  νοεῖ,  ἀλλὰ  τὰ 
γενητά; ὅταν δὲ περὶ τοῦ Λόγου λέγωσιν αἱ Γραφαὶ, οὐκ ἐκ τῶν πάντων πάλιν αὐτὸν 
ὄντα νοοῦσιν, ἀλλὰ τῷ Πατρὶ συντάττουσιν αὐ τὸν, ἐν ᾧ τὴν πάντων πρόνοιαν καὶ 
σωτηρίαν  ἐργά  ζεται  καὶ  ποιεῖ  ὁ  Πατήρ·  καὶ  μάλιστα  δυναμένων  τῶν  πάντων  τῷ 
αὐτῷ  προστάγματι,  ᾧ  κἀκεῖνος  παρὰ  μόνου  τοῦ  Θεοῦ  γέγονε,  γενέσθαι;  Οὐ  γὰρ 
κάμνει  ὁ Θεὸς προστάττων·  οὐδὲ ἀσθενεῖ πρὸς  τὴν  τῶν πάντων  ἐργασίαν,  ἵνα  τὸν 
μὲν  Υἱὸν  μόνος  μόνον  κτίσῃ,  εἰς  δὲ  τὴν  τῶν  ἄλλων  δημιουργίαν  ὑπουργοῦ  καὶ 
βοηθοῦ  χρείαν  ἔχῃ  τοῦ  Υἱοῦ.  Οὐδὲ  γὰρ  οὐδὲ  ὑπέρθεσιν  ἔχει,  ὅπερ  ἂν  ἐθελήσῃ 
γενέσθαι·  ἀλλὰ 26.200  μόνον  ἠθέληκε,  καὶ  ὑπέστη  τὰ  πάντα,  καὶ  τῷ  βουλήματι 
αὐτοῦ οὐδεὶς ἀνθέστηκε. Τίνος οὖν ἕνεκα οὐ γέ γονε τὰ πάντα παρὰ μόνου τοῦ Θεοῦ 
τῷ  προστάγματι, ᾧ  γέγονε  καὶ  ὁ  Υἱός; Ἢ  διὰ  τί  τούτου  πάντα  γέγονε,  καίτοι  καὶ 
αὐτοῦ γεννητοῦ τυγχάνοντος, λεγέτωσαν. Ἀλογία μὲν οὖν πᾶσα παρ' αὐτοῖς· φασὶ δὲ 
ὅμως περὶ τούτου, ὡς ἄρα «Θέλων ὁ Θεὸς τὴν γενητὴν κτί σαι φύσιν, ἐπειδὴ ἑώρα μὴ 
δυναμένην  αὐτὴν  μετα  σχεῖν  τῆς  τοῦ Πατρὸς  ἀκράτου  χειρὸς,  καὶ  τῆς  παρ'  αὐτοῦ 
δημιουργίας, ποιεῖ καὶ κτίζει πρώτως μόνος μόνον  ἕνα, καὶ καλεῖ  τοῦτον Υἱὸν καὶ 
Λόγον, ἵνα, τούτου μέσου γενομένου, οὕτω λοιπὸν καὶ τὰ πάντα δι' αὐτοῦ γενέσθαι 
δυνηθῇ.» Ταῦτα  οὐ  μό  νον  εἰρήκασιν,  ἀλλὰ  καὶ  γράψαι  τετολμήκασιν  Εὐσέβιός  τε 
καὶ Ἄρειος,  καὶ  ὁ  θύσας  Ἀστέριος.  Πῶς  οὖν  οὐκ  ἄν  τις  αὐτῶν  ἐκ  τούτων  τέλεον 
καταγνοίη τῆς ἀσεβείας, ἣν, μετὰ πολλῆς τῆς ἀφρο σύνης ἑαυτοῖς κεράσαντες, οὐκ 
ἐρυθριῶσιν οὕτω κα ταμεθύοντες τῆς ἀληθείας. Εἰ μὲν γὰρ, διὰ τὸ κάμνειν τὸν Θεὸν 
πρὸς  τὴν  τῶν  ἄλλων  ἐργασίαν,  φήσουσι  μό  νον  αὐτὸν  πεποιηκέναι  τὸν  Υἱόν· 
καταβοήσει  μὲν  τούτων  πᾶσα  ἡ  κτίσις,  οὐκ  ἄξια  φθεγγομένων  περὶ  τοῦ  Θεοῦ· 
ἐγγράφως δὲ ὁ Ἡσαΐας λέγων· Θεὸς αἰώ νιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ 
πει  νάσει,  οὐδὲ  κοπιάσει,  οὐδέ  ἐστιν  ἐξεύρεσις  τῆς  φρονήσεως  αὐτοῦ.  Εἰ  δὲ,  ὡς 
ἀπαξιῶν ὁ Θεὸς τὰ ἄλλα ἐργάσασθαι, τὸν μὲν Υἱὸν μόνον εἰργάσατο, τὰ δὲ ἄλλα τῷ 
Υἱῷ ἐνεχείρισεν ὡς βοηθῷ· καὶ τοῦτο μὲν ἀνάξιον Θεοῦ· οὐκ ἔστι γὰρ ἐν Θεῷ τῦφος· 
ἐν  τρέψει  δὲ αὐτοὺς ὅμως ὁ Κύριος λέγων· Οὐχὶ  δύο  στρουθία ἀσσαρίου πωλεῖται; 
καὶ  ἓν  ἐξ  αὐτῶν  οὐ  πεσεῖται  ἐπὶ  τὴν  γῆν  ἄνευ  τοῦ  Πατρὸς  ὑμῶν,  τοῦ  ἐν  τοῖς 
οὐρανοῖς;  καὶ  πάλιν·  Μὴ  μεριμνᾶτε  τῇ  ψυχῇ  ὑμῶν,  τί  φάγητε,  μηδὲ  τῷ  σώ  ματι 
ὑμῶν,  τί  ἐνδύσησθε.  Οὐχὶ  ἡ  ψυχὴ  πλεῖόν  ἐστι  τῆς  τροφῆς,  καὶ  τὸ  σῶμα  τοῦ 
ἐνδύματος;  Ἐμβλέψατε  εἰς  τὰ  πετεινὰ  τοῦ  οὐρανοῦ,  ὅτι  οὐ  σπείρουσιν,  οὐδὲ 
θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς τὰς ἀποθήκας· καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐ ράνιος τρέφει 
αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Τίς δὲ ἐξ ὑμῶν, μεριμνῶν, δύναται προσ 
θεῖναι  ἐπὶ  τὴν  ἡλικίαν  αὑτοῦ  πῆχυν  ἕνα;  Καὶ  περὶ  ἐνδύματος  τί  μεριμνᾶτε; 
Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν, οὐδὲ νήθουσι. Λέγω 
δὲ  ὑμῖν,  ὅτι  οὐδὲ  Σολο 26.201  μὼν  ἐν  πάσῃ  τῇ  δόξῃ  αὐτοῦ  περιεβάλετο,  ὡς  ἓν 

53



τούτων.  Εἰ  δὲ  τὸν  χόρτον  τοῦ  ἀγροῦ  σήμερον  ὄντα,  καὶ  αὔριον  εἰς  κλίβανον 
βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν· οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; Εἰ γὰρ 
οὐκ ἀνάξιον Θεοῦ προ νοεῖσθαι καὶ μέχρι  τῶν οὕτω μικρῶν,  τριχὸς κε φαλῆς, καὶ 
στρουθίου, καὶ τοῦ χόρτου τοῦ ἀγροῦ, οὐκ ἀνάξιον ἦν αὐτοῦ καὶ ταῦτα ἐργάσασθαι. 
Ὧν γὰρ τὴν πρόνοιαν ποιεῖται, τούτων καὶ ποιητής ἐστι διὰ τοῦ ἰδίου Λόγου. Ἄλλως 
τε καὶ μεῖζον ἄτοπον  τοῖς  τοῦτο λέγουσιν ἀπαντᾷ·  διαιροῦσι  γὰρ  τὰ κτί  σματα καὶ 
τὴν δημιουργίαν· καὶ τὸ μὲν τοῦ Πατρὸς ἔργον, τὰ δὲ τοῦ Υἱοῦ διδόασιν ἔργα· δέον ἢ 
καὶ τὰ πάντα μετὰ τοῦ Υἱοῦ παρὰ τοῦ Πατρὸς γίνε σθαι, ἢ εἰ διὰ τοῦ Υἱοῦ πάντα τὰ 
γενητὰ  γίνεται,  μὴ  λέγειν  αὐτὸν  ἕνα  τῶν  γενητῶν  εἶναι.  Ἔπειτα  δὲ  κἀκείνως 
ἐλέγξειεν ἄν  τις αὐτῶν  τὴν ἄνοιαν. Εἰ καὶ ὁ Λόγος  τῆς γενητῆς φύσεώς  ἐστι, πῶς, 
ταύτης  ἀδυνάτου  τυγχανούσης  χωρεῖν  τὴν  τοῦ  Θεοῦ  αὐτουργίαν,  μόνος  αὐτὸς  ἐκ 
πάντων ἠδυνήθη παρὰ τῆς ἀγενήτου καὶ ἀκραιφνεστάτης οὐσίας τοῦ Θεοῦ γενέσθαι, 
ὡς  ὑμεῖς  λέγετε;  Ἀνάγκη  γὰρ  ἢ  τούτου  δυναμένου  καὶ  πᾶσαν  δύνασθαι·  ἢ  πάσης 
ἀδυνάτου τυγχανούσης, μὴ δύνασθαι μηδὲ τὸν Λόγον· εἶς γάρ ἐστι τῶν γενητῶν καὶ 
οὗτος καθ' ὑμᾶς. Πάλιν δὲ, εἰ, διὰ τὸ ἀδύνατον εἶναι τὴν γενητὴν φύσιν μετασχεῖν 
τῆς τοῦ Θεοῦ αὐτουργίας, μεσίτου χρεία γέγονεν· ἀνάγκη πᾶσα, γενητοῦ καὶ κτίσμα 
τος ὄντος τοῦ Λόγου, μέσου χρείαν εἶναι καὶ ἐπὶ τῆς τούτου δημιουργίας, διὰ τὸ εἶναι 
ἕνα καὶ αὐτὸν τῆς γενητῆς φύσεως, τῆς μὴ δυναμένης μετασχεῖν τῆς παρὰ τοῦ Θεοῦ 
ἐργασίας, ἀλλὰ μέσου δεομένης· κἂν ἐκείνου δέ τις εὑρεθῇ μέσος, πάλιν ἑτέρου χρεία 
με σίτου δι' ἐκεῖνον, καὶ οὕτω τις ἐπαναβαίνων καὶ διε ρευνῶν τῷ λογισμῷ, εὑρήσει 
πολὺν ὄχλον ἐπιῤῥεόν των μεσιτῶν, καὶ οὕτως ἀδύνατον ὑποστῆναι τὴν κτίσιν ἀεὶ 
τοῦ μεσίτου δεομένην, καὶ τοῦ μέσου μὴ δυναμένου γενέσθαι χωρὶς ἑτέρου μεσίτου, 
διὰ  τὸ  πάντας  εἶναι  τῆς  γενητῆς  φύσεως,  τῆς  μὴ  δυνα  μένης  μετασχεῖν  τῆς  παρὰ 
μόνου τοῦ Θεοῦ ἐργασίας, ὡς ὑμεῖς λέγετε. Πόσης τοίνυν ἀφροσύνης εἰσὶ πλή ρεις, 
δι'  ἣν  καὶ  τὰ  ἤδη  γενόμενα  νομίζουσιν  ἀδύνατον  εἶναι  γενέσθαι; Ἢ  τάχα  οὐδὲ 
γεγενῆσθαι  αὐτὰ  φαν  τάζονται,  ζητοῦντες  ἔτι  τὸν  μεσίτην.  Κατὰ  γὰρ  τὴν 26.204 
οὕτως ἀσεβῆ καὶ μωρὰν διάνοιαν αὐτῶν, οὐδ' ἂν ὑπ έστη τὰ ὄντα, μὴ εὑρισκομένου 
τοῦ μέσου. Ἀλλ' ἐκεῖνο φάσκουσιν· Ἰδοὺ δὴ καὶ διὰ Μωϋ σέως ἐξήγαγε τὸν λαὸν ἐξ 
Αἰγύπτου καὶ δι' αὐτοῦ τὸν νόμον δέδωκε, καίτοι καὶ αὐτοῦ τυγχάνοντος ἀνθρώπου· 
ὥστε  δυνατὸν  διὰ  τοῦ  ὁμοίου  τὰ  ὅμοια  γίνεσθαι.  Τοῦτο  δὲ  λέγειν  αὐτοὺς 
ἐγκαλυπτομένους ἔπρεπεν, ἵνα μὴ πολλὴν αἰσχύνην ἀπενέγκωνται. Μωϋσῆς γὰρ οὐ 
δημιουργεῖν  ἐπέμπετο,  οὐδὲ  τὰ  μὴ  ὄντα  εἰς  τὸ  εἶναι  καλέσαι,  καὶ  πλάσαι  τοὺς 
ὁμοίους  ἀνθρώπους,  ἀλλὰ  διακονῆσαι  μόνον  ῥήματα  πρὸς  τὸν  λαὸν  καὶ  πρὸς  τὸν 
βασιλέα  Φαραώ. Ἔχει  δὲ  τοῦτο  πολλὴν  τὴν  διαφορὰν,  ὅτι  τὸ  μὲν  διακονεῖν  τῶν 
γενητῶν ὡς δούλων ἐστί· τὸ δημιουργεῖν δὲ καὶ κτί  ζειν μόνου τοῦ Θεοῦ ἐστι, καὶ 
τοῦ ἰδίου αὐτοῦ Λόγου καὶ τῆς σοφίας. ∆ιὰ τοῦτο γοῦν ἐπὶ μὲν τοῦ δημιουρ γεῖν οὐκ 
ἄν τις ἄλλον εὕροι, ἢ μόνον τὸν τοῦ Θεοῦ Λόγον· πάντα γὰρ ἐν σοφίᾳ γέγονε, καὶ 
χωρὶς  τοῦ Λόγου  ἐγένετο  οὐδὲ  ἕν. Πρὸς  δὲ  τὰς  διακονίας  οὐχ  εἷς, ἀλλ'  ἐκ πάντων 
πολλοί εἰσιν, οὓς ἐὰν θέλῃ πέμπειν ὁ Κύριος. Πολλοὶ μὲν γὰρ ἀρχάγγελοι, πολλοὶ δὲ 
θρόνοι  καὶ  ἐξουσίαι,  καὶ  κυριότητες,  χίλιαί  τε  χι  λιάδες,  καὶ  μύριαι  μυριάδες 
παρεστήκασι λειτουρ γούντων καὶ ἑτοίμων εἰς τὸ ἀποστέλλεσθαι. Καὶ προφῆται μὲν 
πολλοὶ,  καὶ  ἀπόστολοι  δὲ  δέκα  καὶ  δύο,  καὶ  ὁ  Παῦλος·  καὶ Μωϋσῆς  δὲ  αὐτὸς  οὐ 
μόνος, ἀλλὰ καὶ Ἀαρὼν  σὺν αὐτῷ, καὶ μετὰ  ταῦτα ἄλλοι  ἑβδομήκοντα Πνεύματος 
ἐπληρώθησαν ἁγίου· καὶ Μωϋσῆν διεδέξατο Ἰησοῦς ὁ τοῦ Ναυῆ, κἀκεῖνον οἱ κριταὶ, 
κἀκείνους οὐχ εἷς, ἀλλὰ πλεῖστοι βασιλεῖς. Εἴπερ οὖν καὶ κτίσμα ἦν καὶ τῶν γενητῶν 
ὁ  Υἱὸς,  ἔδει  καὶ  πολλοὺς  εἶναι  τοιούτους  υἱοὺς,  ἵνα  καὶ  πολλοὺς  τοιούτους 
διακόνους  ἔχῃ  ὁ Θεὸς, καθάπερ καὶ  ἐπὶ  τῶν ἄλλων πλῆθός  ἐστιν.  Εἰ  δὲ  τοῦτο  οὐκ 

54


ἔστιν  ἰδεῖν, ἀλλὰ τὰ μὲν κτίσματα πολλὰ, ὁ δὲ Λόγος εἷς ἐστι· τίς οὐ συνορᾷ καὶ ἐκ 
τούτων, ὅτι ὁ Υἱὸς διέστηκε τῶν πάντων, καὶ οὐ πρὸς τὰ κτίσματα τὴν ἐξίσωσιν ἔχει, 
ἀλλὰ πρὸς τὸν Πατέρα τὴν  ἰδιότητα; Ὅθεν οὐδὲ πολλοὶ Λόγοι, ἀλλὰ μόνος εἷς τοῦ 
ἑνὸς Πατρὸς Λόγος, καὶ μία τοῦ ἑνὸς Θεοῦ εἰκών ἐστιν. Ἀλλ'  ἰδοὺ, φασὶ, καὶ ἥλιος 
μόνος  εἷς  καὶ  ἡ  γῆ  μία.  Ἄφρονες  εἰπάτωσαν  ὅτι  καὶ  ὕδωρ  ἓν,  καὶ  πῦρ  ἓν,  ἵνα 
ἀκούσωσιν, ὅτι τῶν γενομένων ἕκαστον 26.205 ἓν μὲν ἔστι κατὰ τὴν  ἰδίαν οὐσίαν, 
πρὸς  δὲ  τὴν  ἐγ χειριζομένην  διακονίαν καὶ λειτουργίαν οὐκ  ἔστιν  ἕκαστον  ἱκανὸν 
καὶ μόνον αὔταρκες. Εἶπε γὰρ ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ 
οὐρανοῦ εἰς φαῦσιν τῆς γῆς, καὶ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας, καὶ ἀνὰ μέσον 
τῆς  νυ  κτός·  καὶ  ἔστωσαν  εἰς  σημεῖα  καὶ  εἰς  καιροὺς,  καὶ  εἰς  ἡμέρας,  καὶ  εἰς 
ἐνιαυτούς. Εἶτά φησι· Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας, τοὺς μεγά λους, τὸν 
φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς 
τῆς  νυκτὸς,  καὶ  τοὺς  ἀστέρας·  καὶ  ἔθετο  αὐ  τοὺς  ἐν  τῷ  στερεώματι  τοῦ  οὐρανοῦ, 
ὥστε  φαίνειν  ἐπὶ  τῆς  γῆς,  καὶ  ἄρχειν  τῆς  ἡμέρας  καὶ  τῆς  νυκτός.  Ἰδοὺ  πολλοὶ 
φωστῆρες, καὶ οὐ μόνος ὁ ἥλιος, οὐδὲ σελήνη μόνη, ἀλλ' ἕκαστον μὲν ἕν ἐστι κατ' 
οὐσίαν, μία δὲ καὶ κοινὴ πάντων  ἐστὶν ἡ λει  τουργία· καὶ τὸ  ἑκάστου λεῖπον παρὰ 
τοῦ ἑτέρου πληροῦται· καὶ τοῦ φωτίζειν ἡ χρεία παρὰ πάντων γίνεται. Ἥλιος γοῦν 
τοῦ  μεθ'  ἡμέραν  μόνου  διαστήματος φαίνειν  ἔχει  τὴν  ἐξουσίαν,  καὶ  ἡ  σελήνη  τὴν 
νύκτα·  οἱ  δὲ  ἀστέρες  μετὰ  τούτων  τοὺς  καιροὺς  καὶ  ἐνιαυτοὺς  ἐκτελοῦσι,  καὶ 
ἕκαστος  εἰς  σημεῖα  γί  νεται  πρὸς  τὴν  ἀπαιτοῦσαν  χρείαν.  Οὕτω  καὶ  ἡ  γῆ  οὐκ  εἰς 
πάντα,  ἀλλ'  εἰς  μόνους  τοὺς  καρποὺς,  καὶ  βάσιν  εἶναι  τῶν  ἐν  αὐτῇ  ζώων·  τό  τε 
στερέωμα δια χωρίζειν ἀνὰ μέσον ὕδατος, καὶ ὕδατος, καὶ ἡ θέσις τῶν φωστήρων ἐν 
αὐτῷ ἐστιν· οὕτω καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ, μετὰ τῶν ἄλλων πάντων γέγονε, εἰς τὴν 
τῶν  σωμάτων  σύστασιν·  καὶ  ὅλως  οὐδὲ  ἓν  μόνον,  ἀλλ'  ἕκαστον  τῶν  γενομένων, 
ὥσπερ ἀλλήλων ὄντα μέλη, ἓν καθάπερ σῶμα, τὸν κόσμον ἀποτελοῦσιν. Εἰ τοίνυν 
οὕτω  καὶ  τὸν  Υἱὸν  ὑπολαμβάνουσιν  εἶναι,  βαλ  λέσθωσαν  παρὰ  πάντων,  μέρος 
νομίζοντες  εἶναι  τῶν  πάντων  τὸν  Λόγον,  καὶ  μέρος  οὐχ  ἱκανὸν  ἄνευ  τῶν  ἄλλων 
πρὸς τὴν ἐγχειρισθεῖσαν αὐτῷ λειτουργίαν. Εἰ δὲ τοῦτο ἐκ φανεροῦ δυσσεβές ἐστιν, 
ἐπιγνώτωσαν, ὅτι μὴ τῶν γενητῶν ἐστιν ὁ Λόγος, ἀλλὰ τοῦ μὲν Πατρὸς μόνος ἴδιος 
Λόγος,  τῶν  δὲ  γενητῶν  δημιουρ  γός.  Ἀλλ'  εἰρήκασι·  Κτίσμα  μὲν  ἔστι,  καὶ  τῶν 
γενητῶν· ὡς δὲ παρὰ διδασκάλου καὶ τεχνίτου μεμά θηκε τὸ δημιουργεῖν, καὶ οὕτως 
ὑπηρέτησε  τῷ  δι  δάξαντι  Θεῷ.  Ταῦτα  γὰρ  καὶ  Ἀστέριος  ὁ  σοφιστὴς,  ὡς  μαθὼν 
ἀρνεῖσθαι τὸν Κύριον, γράψαι τετόλμηκεν, οὐ συνορῶν τὴν ἐκ τούτων ἀλογίαν. Εἰ 
γὰρ  διδακτόν  ἐστι  τὸ  δημιουργεῖν,  σκοπείτωσαν  μὴ  καὶ  αὐτὸν  τὸν 26.208  Θεὸν 
εἴπωσι μὴ φύσει, ἀλλ' ἐπιστήμῃ δημιουργὸν εἶναι, ὥστε καὶ δυνατὸν μεταπίπτειν ἀπ' 
αὐτοῦ. Ἔπειτα εἰ ἡ Σοφία τοῦ Θεοῦ ἐκ διδασκαλίας ἐκτή σατο τὸ δημιουργεῖν, πῶς 
ἔτι σοφία ἐστὶ, δεομένη μαθημάτων; Τί δὲ ἦν καὶ πρὸ τοῦ μαθεῖν; Σοφία γὰρ οὐκ ἦν 
λειπομένη  διδασκαλίας.  Κενὸν  ἄρα  τι  πρᾶγμα  ἦν,  καὶ  οὐκ  ἔστιν  οὐσιώδης  σοφία· 
ἀλλ' ἐκ προκοπῆς ἔσχε τὸ ὄνομα τῆς σοφίας, καὶ ἐπὶ το σοῦτον ἔσται σοφία, ἕως ἂν ὃ 
μεμάθηκε φυλάττῃ. Ὃ γὰρ μὴ φύσει τινὶ, ἀλλ' ἐκ μαθήσεως προσγέ γονε, δυνατόν 
ἐστι  καὶ  ἀπομαθεῖν  ποτε.  Τοιαῦτα  δὲ  λέγειν  περὶ  τοῦ  Λόγου  τοῦ  Θεοῦ,  οὐ 
Χριστιανῶν,  ἀλλὰ  Ἑλλήνων  ἐστί.  Καὶ  γὰρ  εἰ  ἐκ  διδασκαλίας  τὸ  δημιουργεῖν  τινι 
προσγίνεται, φθόνον καὶ ἀσθένειαν περὶ  τὸν Θεὸν  εἰσάγουσιν  οἱ ἄφρονες· φθόνον 
μὲν,  ὅτι  μὴ  πολ  λοὺς  δημιουργεῖν  ἐδίδαξεν,  ἵν'  ὥσπερ  πολλοὶ  ἀρ  χάγγελοι  καὶ 
ἄγγελοι, οὕτω καὶ πολλοὶ δημιουργοὶ περὶ αὐτὸν ὦσιν· ἀσθένειαν δὲ, ὅτι μὴ μόνος 
ἠδυνήθη  ποιῆσαι,  συνεργοῦ  δὲ  ἢ  ὑπουργοῦ  χρείαν  ἔσχε·  καίτοι  δειχθείσης  καὶ  τῆς 
γενητῆς φύσεως δυνατῆς οὔσης γίνεσθαι παρὰ μόνου τοῦ Θεοῦ, εἴ γε κατ' αὐτοὺς ὁ 
 
 
55


================================================


Orationes contra Arianos 
 
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ 
ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ, 
ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ. 
 
 Αἱ μὲν αἱρέσεις ὅσαι τῆς ἀληθείας ἀπέστησαν, ἐπινοήσασαι μανίαν ἑαυταῖς φανεραὶ 
τυγχάνουσι,  καὶ 26.13  τούτων  ἡ  ἀσέβεια  πάλαι  πᾶσιν  ἔκδηλος  γέγονε.  Τὸ  γὰρ 
ἐξελθεῖν  ἀφ'  ἡμῶν  τοὺς  ταῦτα  ἐφευρόντας  δῆλον  ἂν  εἴη, ὡς  ἔγραψεν  ὁ  μακάριος 
Ἰωάννης, ὅτι τῶν τοιούτων οὔτε ἦν, οὔτε νῦν ἐστι μεθ' ἡμῶν τὸ φρόνημα. ∆ιὸ καὶ, 
ὡς  εἶπεν  ὁ  Σωτὴρ,  Μὴ  συνάγοντες  μεθ'  ἡμῶν,  σκορπίζουσι  μετὰ  τοῦ  διαβόλου, 
παρατηρούμενοι τοὺς κοιμωμένους,  ἵνα, τὸν  ἴδιον  ἰὸν τῆς ἀπωλείας ἐπισπείραντες, 
ἔχωσι τοὺς συναποθνήσκοντας ἑαυτοῖς. Ἐπειδὴ δὲ ἡ μία τῶν αἱρέ σεων ἡ ἐσχάτη, καὶ 
νῦν ἐξελθοῦσα πρόδρομος τοῦ Ἀν τιχρίστου, ἡ Ἀρειανὴ καλουμένη, δόλιος οὖσα καὶ 
πανοῦργος, βλέπουσα τὰς πρεσβυτέρας ἑαυτῆς ἀδελφὰς ἄλλας αἱρέσεις ἐκ φανεροῦ 
στηλιτευθείσας,  ὑποκρίνεται  περιβαλλομένη  τὰς  τῶν  Γραφῶν  λέξεις,  ὡς  ὁ  πατὴρ 
αὐτῆς ὁ διάβολος, καὶ βιάζεται πάλιν εἰσελθεῖν εἰς τὸν παράδεισον τῆς Ἐκκλησίας, 
ἵνα,  πλάσασα  ἑαυτὴν  ὡς  Χριστιανὴν,  ἀπατήσῃ  τινὰς  κατὰ  Χριστοῦ  φρονεῖν  τῇ 
πιθανότητι τῶν παραλογισμῶν· εὔλογον γὰρ οὐδὲν παρ' αὐτῇ· καὶ ἐπλάνησέ γε τῶν 
ἀφρόνων ἤδη τινὰς, ὥστε τούτους μὴ μόνον φθαρῆναι τῇ ἀκοῇ, ἀλλὰ καὶ λαβόντας 
κατὰ τὴν Εὔαν γεύσασθαι, καὶ λοιπὸν ἀγνοοῦντας νομίζειν τὸ πικρὸν γλυκὺ, καὶ τὴν 
βδελυκτὴν  αἵρεσιν  λέγειν  καλήν·  ἀναγκαῖον  ἡγησάμην  προτραπεὶς  παρ'  ὑμῶν 
διελεῖν  τὴν  πτύξιν  τοῦ  θώρακος  τῆς  μιαρᾶς  αἱρέσεως  ταύτης,  καὶ  δεῖξαι  τὴν 
δυσωδίαν  τῆς  ἀφροσύνης  αὐτῆς·  ἵνα  οἱ  μὲν  πόῤῥωθεν  ὄντες  αὐτῆς  ἔτι  φύγωσιν 
αὐτὴν, οἱ δ' ἀπατηθέντες ἀπ' αὐτῆς μεταγνῶσι, καὶ ἠνεῳγμένοις τοῖς ὀφθαλμοῖς τῆς 
καρδίας  νοήσωσιν,  ὅτι,  ὥσπερ  τὸ  σκότος  οὐκ  ἔστι  φῶς,  οὐδὲ  τὸ  ψεῦδος  ἀλήθεια, 
οὕτως  οὐδὲ  ἡ  Ἀρειανὴ  αἵρεσίς  ἐστι  καλή.  Ἀλλὰ  καὶ  οἱ  τούτους  καλοῦντες 
Χριστιανοὺς  πολὺ  καὶ  λίαν  πλανῶνται,  ὡς  μήτε  τὰς  Γραφὰς  ἀνεγνωκό  τες,  μήτε 
ὅλως εἰδότες τὸν Χριστιανισμὸν καὶ τὴν ἐν αὐτῷ πίστιν. Τί γὰρ ὅμοιον ἑωρακότες 
τῆς  αἱρέσεως  πρὸς  τὴν  εὐσεβῆ  πίστιν  φλυαροῦσιν  ὡς  μηδὲν  κακὸν  λεγόντων 
ἐκείνων; Τοῦτό  ἐστιν ἀληθῶς  καὶ  τὸν Καϊάφαν αὐτοὺς  εἰπεῖν Χριστιανὸν,  καὶ  τὸν 
προδότην  Ἰούδαν  ἔτι  συναριθμεῖν  τοῖς  ἀποστόλοις,  τούς  τε  τὸν  Βαραβᾶν 
αἰτησαμένους ἀντὶ τοῦ Σωτῆρος, λέγειν μη δὲν κακὸν πεποιηκέναι· καὶ Ὑμέναιον δὲ 
καὶ  Ἀλέ 26.16  ξανδρον  συνιστάνειν  ὡς  καλῶς  φρονοῦντας,  καὶ  ψεύδεσθαι  κατ' 
αὐτῶν τὸν Ἀπόστολον. Ἀλλ' οὔτε ταῦτ' ἂν ἀκοῦσαι Χριστιανὸς ἀνάσχοιτο, οὔτε τὸν 
τολ  μῶντα  λέγειν  τοῦτο  ὑγιαίνειν  ἄν  τις  τοῦτον  ταῖς  φρεσὶν  ὑπολάβοι. Ἀντὶ  γὰρ 
Χριστοῦ παρ' αὐτοῖς Ἄρειος, ὡς παρὰ Μανιχαίοις Μανιχαῖος, ἀντὶ δὲ Μωϋσέως καὶ 
τῶν ἄλλων ἁγίων Σωτάδης τις ἐξεύρηται παρ' αὐτοῖς ὁ καὶ παρ' Ἕλλησι γελώμενος, 
καὶ  ἡ  θυγάτηρ  Ἡρωδιάδος.  Τοῦ  μὲν  γὰρ  τὸ  κεκλασμένον  καὶ  θηλυκὸν  ἦθος 
μεμίμηται  γράφων Ἄρειος  καὶ  αὐτὸς  Θαλίας·  τῆς  δὲ  τὴν  ὄρχησιν  ἐζήλωσεν  ἐξορ 
χούμενος καὶ παίζων ἐν ταῖς κατὰ τοῦ Σωτῆρος δυσφημίαις, ὥστε τοὺς ἐμπίπτοντας 
εἰς τὴν αἵρε σιν διαστρέφεσθαι μὲν τὸν νοῦν καὶ ἀφρονεῖν, ἀλλάσσειν δὲ τὸ ὄνομα 
τοῦ  Κυρίου  τῆς  δόξης  ἐν  ὁμοιώματι  εἰκόνος  φθαρτοῦ  ἀνθρώπου,  καὶ  ἀντὶ 
Χριστιανῶν  λοι  πὸν  Ἀρειανοὺς  ὀνομάζεσθαι,  τοῦτό  τε  τῆς  ἀσε  βείας  ἔχειν  τὸ 
γνώρισμα. Μὴ  γὰρ  προφασιζέσθωσαν,  μηδὲ  ὀνειδιζόμενοι  καταψευδέσθωσαν  κατὰ 
τῶν  μὴ  ὄντων  ὡς  εἰσὶν,  οὕτω  καλοῦντες  καὶ  αὐτοὶ  τοὺς  Χριστιανοὺς  ἀπὸ  τῶν 
 
 









No comments:

Post a Comment